Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 844b Pl. Leg. 844d (English) >>Pl. Leg. 845b

844cγείτοσιν ὕδατος. ἐὰν δὲ ἐκ Διὸς ὕδατα γιγνόμενα, τὸν ἐπάνω γεωργοῦντα καὶ ὁμότοιχον οἰκοῦντα τῶν ὑποκάτω βλάπτῃ τις μὴ διδοὺς ἐκροήν, τοὐναντίον ἐπάνω μεθιεὶς εἰκῇ τὰ ῥεύματα βλάπτῃ τὸν κάτω, καὶ περὶ ταῦτα μὴ ἐθέλωσιν διὰ ταῦτα κοινωνεῖν ἀλλήλοις, ἐν ἄστει μὲν ἀστυνόμον, ἐν ἀγρῷ δὲ ἀγρονόμον ἐπάγων βουλόμενος ταξάσθω τί χρὴ ποιεῖν ἑκάτερον· δὲ μὴ ἐμμένων ἐν τῇ τάξει φθόνου 844dθʼ ἅμα καὶ δυσκόλου ψυχῆς ὑπεχέτω δίκην, καὶ ὀφλὼν διπλάσιον τὸ βλάβος ἀποτινέτω τῷ βλαφθέντι, μὴ ἐθελήσας τοῖς ἄρχουσιν πείθεσθαι.

ὀπώρας δὲ δὴ χρὴ κοινωνίαν ποιεῖσθαι πάντας τοιάνδε τινά. διττὰς ἡμῖν δωρεὰς θεὸς ἔχει χάριτος αὕτη, τὴν μὲν παιδιὰν Διονυσιάδα ἀθησαύριστον, τὴν δʼ εἰς ἀπόθεσιν γενομένην κατὰ φύσιν. ἔστω δὴ περὶ ὀπώρας ὅδε νόμος ταχθείς· ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε 844eκαὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτʼ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν πεντήκοντα ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν ἑαυτοῦ δρέπῃ, ἐὰν δʼ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δʼ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. ὃς δʼ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δʼ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ, τῷ μὴ κινεῖν ὅτι μὴ κατέθετο,



Plato, Laws (XML Header) [genre: prose] [word count] [lemma count] [Pl. Leg.].
<<Pl. Leg. 844b Pl. Leg. 844d (English) >>Pl. Leg. 845b

Powered by PhiloLogic